Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.46 Dem. 23.50 (English) >>Dem. 23.52

23.48οὐκ ἔνεστʼ εἰπεῖν ὡς οἶσθα. οὐκοῦν ταῦτά γε δήπου προσῆκε γράψαιἐάν τις ἀποκτείνῃγράφοντα, ἄκων ἑκών, ἀδίκως δικαίως, ξένος πολίτης, ἵνʼ ὅτῳ ποτὲ τοὔργον ἐπράχθη, τούτῳ τὰ ἐκ τῶν νόμων ὑπῆρχε δίκαια, μὴ μὰ Δίʼ αὐτὸ τὸ τῆς αἰτίας ὄνομʼ εἰπόνταἀγώγιμος ἔστωπροσγράψαι. τίνα γὰρ σὺ λέλοιπας ὅρον τῷ γράμματι τούτῳ, τοῦ νόμου σαφῶς οὑτωσὶ λέγοντος μὴ πέρα ὅρων ἐλαύνειν, ὃς πανταχόθεν δίδως ἄγειν; 23.49 νόμος δʼ οὐκ ἐλαύνειν τῶν ὅρων πέρα, ἀλλʼ οὐδʼ ἄγειν ἐᾷ. ἐκ δὲ τοῦ σοῦ ψηφίσματος βουλόμενος ἄξει τὸν ἄκοντʼ ἀπεκτονότα, ἔκδοτον λαβών, εἰς τὴν τοῦ παθόντος βίᾳ πατρίδα. ἆρʼ οὐ πάντα συγχεῖς τἀνθρώπινα, καὶ ἀφαιρεῖ τὴν πρόφασιν μεθʼ ἧς καλόν ἐστιν ἕκαστον τῶν ἔργων αἰσχρόν; 23.50ὁρᾶτε γὰρ ὡς ἐπὶ πάντων, οὐκ ἐπὶ τῶν φονικῶν μόνον, οὕτω τοῦτʼ ἔχει. “ἄν τις τύπτῃ τινάφησὶνἄρχων χειρῶν ἀδίκων,” ὡς, εἴ γʼ ἠμύνατο, οὐκ ἀδικεῖ. “ἄν τις κακῶς ἀγορεύῃ,” “τὰ ψευδῆπροσέθηκεν, ὡς, εἴ γε τἀληθῆ, προσῆκον. “ἄν τις ἀποκτείνῃ,” “ἐκ προνοίας,” ὡς, εἴ γʼ ἄκων, οὐ ταὐτόν. “ἄν τις καταβλάψῃ τινά,” “ἑκὼν ἀδίκως.” πανταχοῦ τὴν πρόφασιν βεβαιοῦσαν τὸ πρᾶγμʼ εὑρήσομεν. ἀλλʼ οὐ σοί, ἀλλʼ ἁπλῶς, “ἄν τις ἀποκτείνῃ Χαρίδημον, ἀγέσθω,” κἂν ἄκων, κἂν δικαίως, κἂν ἀμυνόμενος, κἂν ἐφʼ οἷς διδόασιν οἱ νόμοι, κἂν ὁπωσοῦν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.46 Dem. 23.50 (English) >>Dem. 23.52

Powered by PhiloLogic